Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[279]
‘καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες.’ οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ; τοῦτο γάρ ἐστι τὸ λαμπρόν: ὑπ᾽ αὐτῶν τῶν πραγμάτων: οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. ‘οὐδ᾽ ἐπιστέλλοντες’ φησὶ ‘τἀληθῆ.’ οὐκοῦν οὐδ᾽ οὗτοι. ‘καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες.’ ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες: πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρ᾽ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δ᾽ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.