Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[267]
πεντακοσίους δ᾽ ἱππέας προδοθέντας ὑπ᾽ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθ᾽ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδ᾽ οὖσαν, ἐφ᾽ ἧς ἕστασαν, οὔθ᾽ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις: οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείν᾽ ἐψηφίσασθε, τοὺς δὲ παρ᾽ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων.“Ψήφισμα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.