Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[209]
τὸ τοίνυν τελευταῖον ἴστε δήπου πρώην ἐν Πειραιεῖ, ὅτ᾽ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν, βοῶνθ᾽ ὡς εἰσαγγελεῖ με καὶ γράψεται καὶ ἰοὺ ἰού. καίτοι ταῦτα μέν ἐστι μακρῶν καὶ πολλῶν ἀγώνων καὶ λόγων ἀρχή, ἐκεῖνα δ᾽ ἁπλᾶ καὶ δύ᾽ ἢ τρί᾽ ἴσως ῥήματα, ἃ κἂν ἐχθὲς ἐωνημένος ἄνθρωπος εἰπεῖν ἠδυνήθη, ‘ἄνδρες Ἀθηναῖοι, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστιν: οὑτοσὶ κατηγορεῖ ταῦτ᾽ ἐμοῦ ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματ᾽ εἰληφέναι φησὶν ἐμέ, αὐτὸς εἰληφὼς ἢ μετειληφώς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.