Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
μετὰ ταῦτ᾽ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι: ἐπείσθημεν: πρέσβεις ἐπέμψαμεν: ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην; φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἢ ἀδικεῖν ὅτι δεῦρ᾽ ἤγαγε τοὺς ποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδ᾽ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον: οὐ γὰρ οὗτος αἴτιος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.