Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[77]
ἐπειδὴ δ᾽ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δ᾽ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλ᾽ ἀκονιτεὶ πάνθ᾽ ὑφ᾽ ἑαυτῷ ποιήσηται: ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθ᾽ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην: οὐ γὰρ δίκαιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.