Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[97]
εἰρήνη μὲν οὖν δι᾽ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετ᾽ οὖν, εἴργετ᾽ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται. σημεῖον δέ: εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δ᾽ ὕστερον ἐξηπάτησθ᾽ ὑμεῖς μηδ᾽ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίν᾽ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλ᾽ ἀνήκεστόν γ᾽ οὐδὲν ἂν ἦν γεγονός. νῦν δ᾽, οἶμαι, πόλλ᾽, ὧν αἴτιος οὗτος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.