Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[90]
γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, δι᾽ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, ἡ μὲν ἡμετέρα πραθεῖσ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δ᾽ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερ᾽ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δ᾽ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτ᾽ ἀνθ᾽ ὧν ἀπέδοντ᾽ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτ᾽ ἀντ᾽ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.