Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[177]
οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθ᾽ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθ᾽ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημέν᾽ ἀπ᾽ ἀρχῆς, ἵν᾽ ὅσ᾽ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξ᾽ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθ᾽ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.