Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθ᾽ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δ᾽ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δ᾽ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται; ἐγὼ μὲν οὐδέν᾽ οἶμαι. ἀλλὰ πάντα ταῦτ᾽, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.