Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[173]
ὥν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν: ἃ δ᾽ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντ᾽ ἀπόλωλεν. καίτοι καὶ τἄλλ᾽ ἂν ἅπαντ᾽ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγ᾽ οὕτως ἄθλιος οὐδ᾽ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ἃ δ᾽ ἄνευ μὲν δαπάνης οἷά τ᾽ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτ᾽ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: ἀλλ᾽ οἶμαι περιῆσαν οὗτοί μου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.