Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[190]
ἐγὼ δ᾽ οἶδ᾽ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν: καὶ οὐ διὰ ταῦθ᾽ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλ᾽ ἐὰν ἀδικοῦντα λάβωσί τιν᾽ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήρι᾽ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν: οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρ᾽ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.