Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[244]
ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ 'κεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδ᾽ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθ᾽ ὅστις οὔ φησι χρήματ᾽ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστ᾽, εἴπερ ἐστ᾽ ἀληθὴς ἡ φήμη, καθ᾽ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ ‘θεός νύ τίς ἐστι καὶ αὐτή,’ καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.