Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[337]
καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη: πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτ᾽ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκ᾽ ἠγωνίζετο, ἐξεβάλλετ᾽ αὐτὸν καὶ ἐξεσυρίττετ᾽ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθ᾽ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δ᾽ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλ᾽ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρί᾽ εἴργασται κακά, τηνικαῦθ᾽ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.