Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[339]
ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητ᾽ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ: κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτ᾽ ἀγαθὸν γίγνεται: ὅταν δ᾽ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρ᾽ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.