Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[76]
πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσ᾽ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου. ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τ᾽ ἦν ἐλθεῖν ὁ Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλ᾽ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθ᾽ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ δι᾽ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.