Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[167]
ἵνα μηδὲ τοῦτ᾽ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας: τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δ᾽ ἀπετύγχαν᾽ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γ᾽ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμέν᾽ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτ᾽ εὐήθως λήψεσθαι: ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτ᾽ ἐδίδοτο, ξένια δὴ πρόφασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.