Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι ‘οὐ λελήθαθ᾽ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφ᾽ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδ᾽ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατ᾽ ἐκείνῳ, Φίλιππος δ᾽ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν.’ εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν: καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δ᾽ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.