This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[226]
οὐκοῦν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθ᾽ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρ᾽ ἐκείνου πρὸς ἑκάτερ᾽ αἴσθησιν ὑπάρχειν, ὥσθ᾽ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδ᾽ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρ᾽ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρ᾽ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμ᾽ ἀγωνίζεσθαι, καὶ ταῦτα παρ᾽ ὑμῖν τοῖς ἅπαντ᾽ εἰδόσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.