This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
ἀπὸ τοίνυν ταύτης πεμπταῖα λογίζομαι τὰ παρ᾽ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι: παρῆσαν γὰρ οἱ τῶν Φωκέων πρέσβεις ἐνθάδε, καὶ ἦν αὐτοῖς καὶ τί ἀπαγγελοῦσιν οὗτοι καὶ τί ψηφιεῖσθ᾽ ὑμεῖς ἐπιμελές. οὐκοῦν εἰκάς, ᾗ τίθεμεν πυθέσθαι τοὺς Φωκέας τὰ παρ᾽ ὑμῶν: ἀπὸ γὰρ τῆς ἕκτης εἰς ταύτην πέμπτη γίγνεται. ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη: ταύτῃ ἐγίγνονθ᾽ αἱ σπονδαί, καὶ πάντα τἀκεῖ πράγματ᾽ ἀπωλώλει καὶ τέλος εἶχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.