straton
Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ, οὐδὲ φίλημα
ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη, [p. 286]
οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικός, οὐδ᾽ ἀκέραιον
βλέμμα, διδασκομένη δ᾽ ἐστὶ κακιοτέρα.
ψυχροῦνται δ᾽ ὄπιθεν πᾶσαι: τὸ δὲ μεῖζον ἐκεῖνο,
οὐκ ἔστιν ποῦ θῇς τὴν χέρα πλαζομένην.