This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[116]
ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δ᾽ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτ᾽ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δ᾽ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθ᾽ οὕτως ἔχειν: οὐδαμοῦ γὰρ ἂν φανῆναι καθ᾽ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.