This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[180]
καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδ᾽ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου: ἃ συναμφότερ᾽ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθ᾽ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστ᾽ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρί᾽ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτ᾽ ἀπολώλασι παρ᾽ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλ᾽ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτ᾽ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.