previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ στρατολογουμένους ἔφθασε καταλαβών. πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπ᾽ αὐτὸν ἤλαυνε Πομπήϊον. δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλ᾽ εἰς Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθ᾽ ἕκαστον δηλωθήσεται. [2] Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.

ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις: ὑπήκουσε δ᾽ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλ᾽ εὐπρεπείᾳ λόγων χρῆσθαι. [3] τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι: ‘σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι: παρρησίας [p. 530] γὰρ οὐ δεῖται πόλεμος ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ ταῦταἔφη, ‘λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων.’ [4] ταῦτα πρὸς τὸν Μέτελλον εἰπών ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιείου, μὴ φαινομένων δὲ τῶν κλειδῶν χαλκεῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν αὖθις δὲ ἐνισταμένου τοῦ Μετέλλου καί τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν. ‘καί τοῦτο,’ ἔφη, ‘μειράκιον, οὐκ ἀγνοεῖς ὅτι μοι δυσκολώτερον ἦν εἰπεῖν πρᾶξαιοὗτος λόγος τότε καί Μέτελλον ἀπελθεῖν ἐποίησε καταδείσαντα καί τὰ ἄλλα ῥᾳδίως αὐτῷ καί ταχέως ὑπηρετεῖσθαι πρὸς τὸν πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: