This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[253]
οὗτος δ᾽, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γ᾽, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτ᾽ ἐποίησεν, ἀλλ᾽ ἐκεῖσ᾽ ἐλθὼν οὐδὲ τοὔνομ᾽ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτ᾽ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς: μέμνησθε γὰρ δήπου λέγοντ᾽ αὐτὸν ὅτι περὶ δ᾽ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν: ἵνα δ᾽ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.