This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[151]
ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθ᾽ ὅσ᾽ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται: οὐδεὶς γὰρ πώποθ᾽ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθ᾽ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν: ἢ γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμ᾽ αὐτὸν ἐξορκωσάντων, ἃ μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.