Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“Ἀγαμέμνονα ‘φύρετο δ᾽ ἄλφιτα’ φησίν. Χρύσιππός τ᾽ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησιν ‘ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος
ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν τὸν δ᾽ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.’ ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.