καὶ Σιμμίας δ᾽ ἐν τῇ Γοργοῖ φησιν
αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
Ποσείδιππὸς τ᾽ ἐν τῇ Αἰσωπίᾳ:
αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
Λαμπροκλῆς δ᾽ ὁ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις:
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει: ”
αἵ τε ποταναῖς
ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.