ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη: χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ:
ἤδη παρέξει πυάνιόν τε πολτὸν
ὁ χίδρον τε λευκὸν κηρίναν τ᾽ ὀπώραν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
58. Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ᾽ Ἀλεξανδρεῦσι καλουμένην παγκαρπίαν ... καλεῖ. 'ἴτρια δ᾽ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα: καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν. Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.