Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δ᾽ ἐν τοῖς ἰάμβοις εἰπόντος ‘ σηπίης ὑπόσφαγμα’ οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως: ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθὸν.’ καὶ Γλαῦκος δ᾽ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει: ‘ὑπόσφαγμα δ᾽ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.