μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ ἢ Κρητί. Τιμοκλῆς δ᾽ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει: [p. 94]
φάσκων ποιήσειν δευτέρᾳ μετ᾽ εἰκάδα
καθ᾽ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ᾽ ἑτέροις:
τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
”
ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν
τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε
τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς