Φερεκράτης Γραυσί::
εὑρήσεις δὲ τῶν ἐπισιτίων
τούτων τιν᾽ οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν
παρέχοντες ἀθληταῖσιν.
ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. ”
σὺ δ᾽ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ;
β. τίς δ᾽ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ
ἄγω λαρυγγικὸν τιν᾽ ἐπὶ μισθῷ ξένον.