”
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔφη:
“ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ
ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ᾽ ὧν ' ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι ' λόγους αὐτὸ μόνον καταβροχθίσας: ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας κατὰ
[p. 214]
τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ᾽ ἰσχὺν ἐντίθησι μήτ᾽ ἀποθνῄσκειν ἐᾷ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.