Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ‘ἐν ταύτῃ συμβαίνει τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ᾽ ἐκ τῆς ἀγωγῆς παῖδας
ἀστεφανώτους ἀκολουθεῖν.’ 16. Ἀριστοτέλης δ᾽ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν β# Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων
[p. 110] συνδέσεως ὠφελεῖν δοκούσης: οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.