Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησὶν
συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους.
[p. 448] καὶ πάλιν
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.