Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἀπωτέρω τῶν συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.’ ὁ δὲ αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον. γράφει δ᾽ οὕτως: ‘ τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας ἣν Νίκαιαν ἐκάλουν ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο: ἀποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον οὔτε γὰρ ἀπ᾽ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ᾽ οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ γάλακτος, ὁ ἀνὰ μέσον τῶν ποδῶν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.