Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ᾽ εἰς Ἰλλυριούς, καὶ ἡ Κλεοπάτρα δ᾽ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.’ φιλογύνης δ᾽ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως: ‘ εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς: ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.’ 6. αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.