Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾽ ἐρυθρὸν μικρόν, γίνονται δ᾽ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ᾽ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾽ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.’ 37. Ἀπολλόδωρος δ᾽ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν πορφυρᾶν’ φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.