Θεόφραστος δέ φησι: ‘ τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ᾽ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς ’
πρασοκουρίδες, αἳ καταφύλλους
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
ποδοῖν σατυριδίων
μακροκέρκων, χοροὺς
ἑλίσσουσαι παρ᾽ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θριδακινίδας δ᾽ εἴρηκε Στράττις:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.