Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα δι᾽
[p. 330] ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους. Ἀθηνοκλῆς δ᾽ ὁ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης ὁ Μενέλεως οἰκειοτέρως εἶχεν. Δημήτριος δ᾽ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.