τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην
τερπόμενος: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα:
Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἲ σ᾽ ἔβαλόν περ.
Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ᾽ ὄργανον Μολοσσόν.