Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
κρότου δ᾽ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.