Ἱκέσιος δ᾽ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ᾽ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως: ‘ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.’
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε. [p. 408]