Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει:
μέλι, πέρδικες,
φάτται, νῆτται, χῆνες, ψᾶρες,
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
ὄρνις θήλεια.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ᾽ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.
ὅτι τὸ στρουθάριον παρ᾽ ἄλλοις τε καὶ δὴ καὶ παρ᾽ Εὐβούλῳ:
περδίκια
λαβὲ τέτταρ᾽ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
στρουθάριὰ θ᾽ οἷον ἐντραγεῖν, ἀκανθίδας,
καὶ βιττάκους, σπινίδια, κερχνῇδας
τά τ᾽ ἄλλ᾽ ἅττ᾽ ἂν ἐπιτύχῃς.