ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς [p. 249] ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.
ψυχῆς 1 γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι,κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην 2
ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
ἄλλο δὲ γ᾽ ἐπ᾽ ἄλλῃ φάρμακον κεῖται νόσῳ:
λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα