Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, δι᾽ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύειν ‘ παιωνίοις λόγου φαρμάκοις, ’ ὡς πάντων μᾶλλον ἢ ἀλυπίας ἀναβολὴν δεῖ 1 ποιεῖσθαι. καίτοι γε τὸν ἐν ὁτῳοῦν ‘ἀμβολιεργὸν 2 ἄταις’ φησὶ ‘παλαίειν,’ τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν
2 ἀμβολιεργὸν] Hesiod. OD 414
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.