Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δικάζονται. ἀμπεχόμενοι γάρ’ ἔφη ‘οἱ κρινόμενοι κρίνονται: ζῶντες γὰρ κρίνονται. πολλοὶ 1 οὖν ἴσως ’ ἦ δ᾽ ὃς ‘πονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν. οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, 2 καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. ταῦτα δὴ αὐτοῖς; πάντ᾽ ἐπίπροσθεν 3 γίγνεται, καὶ τὰ αὑτῶν 4 ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων. ’
2 ἐκπλήττονται καὶ idem: ἐκπλήττονται
3 ἐπίπροσθεν idem: ἐπιπρόσθησις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.