Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετ᾽ οὐ πολὺ τοῖς ὑπ᾽ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δ᾽ ἑαυτοὺς [p. 288] , καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδ᾽ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.