Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή. οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλ᾽ ὕμνων καὶ παιάνων, 1 οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλ᾽ ἐτείων 2 ἀπαρχῶν, εἴ γ᾽ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, 3 ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθ᾽ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους . [p. 280]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.