Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ πᾶσι διὰ στόματος. πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους: ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δ᾽ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτ᾽ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς [p. 266]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.