τοιαῦτ᾽ ἔφη ‘τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα: δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδ᾽ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δ᾽ ὡς 1 εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.'’ οὐκ ἀπᾴδειν δ᾽ ἔοικε τούτων οὐδ᾽ ὁ εἰπών
μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.
1
λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. πολλοὺς γὰρ παρειλήφαμεν δι᾽ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων